Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.55 Joseph. AJ 2.60 (English) >>Joseph. AJ 2.65

2.58οἰκετῶν προτιμηθῆναι τούτῳ καὶ τῆς σῆς ψαύειν γυναικός.” παυσαμένη δὲ τῶν λόγων ἐπεδείκνυεν αὐτῷ τὸ ἱμάτιον, ὡς ὅτʼ ἐπεχείρει βιάσασθαι καταλιπόντος αὐτό. Πετεφρὴς δὲ μήτε δακρυούσῃ τῇ γυναικὶ μήθʼ οἷς ἔλεγε καὶ εἶδεν ἀπιστεῖν ἔχων τῷ τε πρὸς αὐτὴν ἔρωτι πλέον νέμων ἐπὶ μὲν τὴν τῆς ἀληθείας ἐξέτασιν οὐκ ἐτρέπετο, 2.59δοὺς δὲ σωφρονεῖν τῇ γυναικὶ πονηρὸν δʼ εἶναι κατακρίνας τὸν Ἰώσηπον τὸν μὲν εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐνέβαλεν, ἐπὶ δὲ τῇ γυναικὶ καὶ μᾶλλον ἐφρόνει κοσμιότητα καὶ σωφροσύνην αὐτῇ μαρτυρῶν. 2.60

Ἰώσηπος μὲν οὖν πάντʼ ἐπὶ τῷ θεῷ ποιησάμενος τὰ περὶ αὐτὸν οὔτʼ εἰς ἀπολογίαν οὔτʼ ἐπʼ ἀκριβῆ τῶν γεγονότων δήλωσιν ἐτράπη, τὰ δεσμὰ δὲ καὶ τὴν ἀνάγκην σιγῶν ὑπῆλθεν ἀμείνονα ἔσεσθαι τῶν δεδεκότων θαρρῶν τὸν τὴν αἰτίαν τῆς συμφορᾶς καὶ τὴν ἀλήθειαν εἰδότα θεόν, οὗ πεῖραν τῆς προνοίας εὐθὺς ἐλάμβανεν· 2.61 γὰρ δεσμοφύλαξ τήν τε ἐπιμέλειαν καὶ τὴν πίστιν αὐτοῦ κατανοήσας ἐν οἷς τάξειεν αὐτὸν καὶ τὸ ἀξίωμα τῆς μορφῆς ὑπανίει τε τῶν δεσμῶν καὶ τὸ δεινὸν ἐλαφρότερον αὐτῷ καὶ κοῦφον ἐποίει, διαίτῃ δὲ χρῆσθαι κρείττονι δεσμωτῶν ἐπέτρεπε. 2.62τῶν δὲ ἐν τοῖς αὐτοῖς ὄντων εἴποτε παύσαιντο τῆς περὶ τὰ ἔργα ταλαιπωρίας εἰς ὁμιλίαν, οἷα φιλεῖ κατὰ κοινωνίαν τῆς ὁμοίας συμφορᾶς, τρεπομένων καὶ παρʼ ἀλλήλων τὰς αἰτίας ἐφʼ αἷς κατακριθεῖεν ἀναπυνθανομένων,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.55 Joseph. AJ 2.60 (English) >>Joseph. AJ 2.65

Powered by PhiloLogic